Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.160 Joseph. AJ 19.164 (English) >>Joseph. AJ 19.170

19.162

Ἐν τούτῳ δὴ ὄντων τῶν πραγμάτων αἰφνίδιον ἁρπάζεται Κλαύδιος ἐκ τῆς οἰκίας· οἱ γὰρ στρατιῶται συνόδου γενομένης αὐτοῖς, ἀλλήλοις καὶ αὑτοῖς λόγον δόντες περὶ τοῖς ποιητέοις ἑώρων δημοκρατίαν ἀδύνατόν τε ὂν ἐν κράτει τοσῶνδε ἄν ποτε γενέσθαι πραγμάτων ἐξικομένην τε οὐκ ἐπʼ ἀγαθῷ τῷ αὐτῶν κτήσασθαι τὴν ἀρχήν, 19.163εἴ τέ τις τῶν κατὰ ἕνα σχήσοι τὴν ἡγεμονίαν, εἰς πάντα λυπηρὸν αὐτοῖς εἶναι μὴ οὐ συνεργοῖς τῆς ἀρχῆς καταστᾶσιν. 19.164καλῶς οὖν ἔχειν ἀκρίτων ἔτι ὄντων τῶν πραγμάτων ἡγεμόνα αἱρεῖσθαι Κλαύδιον, πάτρωά τε ὄντα τοῦ τεθνεῶτος καὶ τῶν εἰς τὴν βουλὴν συλλεγομένων οὐδενὸς οὗτινος οὐκ ἀξιολογώτερον προγόνων τε ἀρετῇ καὶ τῷ κατʼ αὐτὸν παιδείαν μεμελετηκότι, 19.165καὶ σταθέντα αὐτοκράτορα τιμήσειν τε τὰ εἰκότα καὶ ἀμείψεσθαι δωρεαῖς.” ταῦτα διανοοῦνταί τε καὶ ἔπραξαν ἐκ τοῦ παραχρῆμα. 19.166ἥρπαστο μὲν δὴ Κλαύδιος ὑπὸ τοῦ στρατιωτικοῦ. Ναῖος δὲ Σέντιος Σατορνῖνος καίτοι πεπυσμένος τὴν Κλαυδίου ἁρπαγήν, καὶ ὡς ἐπιδικάζοιτο τῆς ἀρχῆς ἄκων μὲν δοκεῖν, τὸ δὲ ἀληθὲς καὶ βουλήσει τῇ αὐτοῦ, καταστὰς ἐπὶ τῆς συγκλήτου καὶ μηδὲν ἐκπλαγεὶς ἐλευθέροις τε καὶ γενναίοις ἀνδράσι πρεπόντως ποιεῖται παραίνεσιν τάδε λέγων. 19.167

Εἰ καὶ ἄπιστον, Ῥωμαῖοι, διὰ τὸ χρόνῳ πολλῷ ἥκειν ἀνέλπιστον οὖσαν ἡμῖν, ἀλλʼ οὖν ἔχομεν τοῦ ἐλευθέρου τὴν ἀξίωσιν, ἄδηλον μὲν ἐφʼ ὁπόσον παρατείνουσαν καὶ γνώμῃ θεῶν οἳ ἐχαρίσαντο αὐτὴν κειμένην, εὐφραίνειν δὲ ἀρκοῦσαν καὶ εἴπερ ἀφαιρεθείημεν αὐτῆς εὐδαιμονίᾳ συνάγουσαν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.160 Joseph. AJ 19.164 (English) >>Joseph. AJ 19.170

Powered by PhiloLogic